Septante (AT)
Sophonie 3:16-20
16ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ κύριος τῇ Ιερουσαλημ Θάρσει, Σιων, μὴ παρείσθωσαν αἱ χεῖρές σου·
17κύριος ὁ θεός σου ἐν σοί, δυνατὸς σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐφροσύνην καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ καὶ εὐφρανθήσεται ἐπὶ σὲ ἐν τέρψει ὡς ἐν ἡμέρᾳ ἑορτῆς.
18καὶ συνάξω τοὺς συντετριμμένους· οὐαί, τίς ἔλαβεν ἐπ αὐτὴν ὀνειδισμόν ;
19ἰδοὺ ἐγὼ ποιῶ ἐν σοὶ ἕνεκεν σοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει κύριος, καὶ σώσω τὴν ἐκπεπιεσμένην καὶ τὴν ἀπωσμένην· εἰσδέξομαι καὶ θήσομαι αὐτοὺς εἰς καύχημα καὶ ὀνομαστοὺς ἐν πάσῃ τῇ γῇ.
20καὶ καταισχυνθήσονται ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν καλῶς ὑμῖν ποιήσω, καὶ ἐν τῷ καιρῷ, ὅταν εἰσδέξωμαι ὑμᾶς· διότι δώσω ὑμᾶς ὀνομαστοὺς καὶ εἰς καύχημα ἐν πᾶσιν τοῖς λαοῖς τῆς γῆς ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν ὑμῶν ἐνώπιον ὑμῶν, λέγει κύριος.
Commentaires sur Sophonie 3
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires