Zacharie 4
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Zacharie 4:4-10

4καὶ ἐπηρώτησα καὶ εἶπον πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ λέγων Τί ἐστιν ταῦτα, κύριε ;

5καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρός με Οὐ γινώσκεις τί ἐστιν ταῦτα ; καὶ εἶπα Οὐχί, κύριε.

6καὶ ἀπεκρίθη καὶ εἶπεν πρός με λέγων Οὗτος ὁ λόγος κυρίου πρὸς Ζοροβαβελ λέγων Οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύι, ἀλλ ἢ ἐν πνεύματί μου, λέγει κύριος παντοκράτωρ.

7τίς εἶ σύ, τὸ ὄρος τὸ μέγα, πρὸ προσώπου Ζοροβαβελ τοῦ κατορθῶσαι ; καὶ ἐξοίσω τὸν λίθον τῆς κληρονομίας ἰσότητα χάριτος χάριτα αὐτῆς.

8καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

9Αἱ χεῖρες Ζοροβαβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν, καὶ ἐπιγνώσῃ διότι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ.

10διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς ; καὶ χαροῦνται καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβαβελ. ἑπτὰ οὗτοι ὀφθαλμοὶ κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.

Lire Zacharie 4 en entier

Commentaires sur Zacharie 4

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org