Septante (AT)
Zacharie 4:2-6
2καὶ εἶπεν πρός με Τί σύ βλέπεις ; καὶ εἶπα Ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς·
3καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου καὶ μία ἐξ εὐωνύμων.
4καὶ ἐπηρώτησα καὶ εἶπον πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ λέγων Τί ἐστιν ταῦτα, κύριε ;
5καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρός με Οὐ γινώσκεις τί ἐστιν ταῦτα ; καὶ εἶπα Οὐχί, κύριε.
6καὶ ἀπεκρίθη καὶ εἶπεν πρός με λέγων Οὗτος ὁ λόγος κυρίου πρὸς Ζοροβαβελ λέγων Οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύι, ἀλλ ἢ ἐν πνεύματί μου, λέγει κύριος παντοκράτωρ.
Commentaires sur Zacharie 4
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires