Septante (AT)
Cantique des Cantiques 8:1-4
1Τίς δῴη σε ἀδελφιδόν μου θηλάζοντα μαστοὺς μητρός μου ; εὑροῦσά σε ἔξω φιλήσω σε, καί γε οὐκ ἐξουδενώσουσίν μοι.
2παραλήμψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός μου καὶ εἰς ταμίειον τῆς συλλαβούσης με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ῥοῶν μου.
3Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήμψεταί με.
4ὥρκισα ὑμᾶς, θυγατέρες Ιερουσαλημ, ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ, τί ἐγείρητε καὶ τί ἐξεγείρητε τὴν ἀγάπην, ἕως ἂν θελήσῃ.
Commentaires sur Cantique des Cantiques 8
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires