Septante (AT)

Psaumes 58:15

15ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσιν πόλιν.

Contexte de Psaumes 58:15

13ἁμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν, καὶ συλλημφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν· καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται συντέλειαι 14ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσιν· καὶ γνώσονται ὅτι ὁ θεὸς δεσπόζει τοῦ Ιακωβ, τῶν περά των τῆς γῆς. διάψαλμα. ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσιν πόλιν. 16αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν· ἐὰν δὲ μὴ χορτασθῶσιν, καὶ γογγύσουσιν. 17ἐγὼ δὲ ᾄσομαι τῇ δυνάμει σου καὶ ἀγαλλιάσομαι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐγενήθης ἀντιλήμπτωρ μου καὶ καταφυγὴ ἐν ἡμέρᾳ θλίψεώς μου.

Lire Psaumes 58 en entier

Commentaires sur Psaumes 58

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org