Septante (AT)
Psaumes 41:7-9
7πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη· διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ιορδάνου καὶ Ερμωνιιμ, ἀπὸ ὄρους μικροῦ.
8ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρρακτῶν σου, πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ ἐμὲ διῆλθον.
9ἡμέρας ἐντελεῖται κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς ᾠδὴ παρ ἐμοί, προσευχὴ τῷ θεῷ τῆς ζωῆς μου.
Commentaires sur Psaumes 41
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires