Septante (AT)
Psaumes 120:1-7
1Ὠιδὴ τῶν ἀναβαθμῶν. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη Πόθεν ἥξει ἡ βοήθειά μου ;
2ἡ βοήθειά μου παρὰ κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
3μὴ δῷς εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε.
4ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ισραηλ.
5κύριος φυλάξει σε, κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου·
6ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε οὐδὲ ἡ σελήνη τὴν νύκτα.
7κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου.
Commentaires sur Psaumes 120
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires