Septante (AT)
Psaumes 108:1-5
1Εἰς τὸ τέλος· τῷ Δαυιδ ψαλμός. Ὁ θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς,
2ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ ἐμὲ ἠνοίχθη, ἐλάλησαν κατ ἐμοῦ γλώσσῃ δολίᾳ
3καὶ λόγοις μίσους ἐκύκλωσάν με καὶ ἐπολέμησάν με δωρεάν.
4ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσευχόμην·
5καὶ ἔθεντο κατ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου.
Commentaires sur Psaumes 108
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires