Septante (AT)
Proverbes 6:20-24
20Υἱέ, φύλασσε νόμους πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου·
21ἄφαψαι δὲ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διὰ παντὸς καὶ ἐγκλοίωσαι ἐπὶ σῷ τραχήλῳ.
22ἡνίκα ἂν περιπατῇς, ἐπάγου αὐτήν, καὶ μετὰ σοῦ ἔστω· ὡς δ ἂν καθεύδῃς, φυλασσέτω σε, ἵνα ἐγειρομένῳ συλλαλῇ σοι·
23ὅτι λύχνος ἐντολὴ νόμου καὶ φῶς, καὶ ὁδὸς ζωῆς ἔλεγχος καὶ παιδεία
24τοῦ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας.
Commentaires sur Proverbes 6
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires