Septante (AT)
Proverbes 5:7-13
7νῦν οὖν, υἱέ, ἄκουέ μου καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους·
8μακρὰν ποίησον ἀπ αὐτῆς σὴν ὁδόν, μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς,
9ἵνα μὴ πρόῃ ἄλλοις ζωήν σου καὶ σὸν βίον ἀνελεήμοσιν,
10ἵνα μὴ πλησθῶσιν ἀλλότριοι σῆς ἰσχύος, οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίων εἰσέλθωσιν,
11καὶ μεταμεληθήσῃ ἐπ ἐσχάτων, ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου,
12καὶ ἐρεῖς Πῶς ἐμίσησα παιδείαν, καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου·
13οὐκ ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με οὐδὲ παρέβαλλον τὸ οὖς μου·
Commentaires sur Proverbes 5
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires