Septante (AT)
Proverbes 25:8-10
8μὴ πρόσπιπτε εἰς μάχην ταχέως, ἵνα μὴ μεταμεληθῇς ἐπ ἐσχάτων. ἡνίκα ἄν σε ὀνειδίσῃ ὁ σὸς φίλος,
9ἀναχώρει εἰς τὰ ὀπίσω, μὴ καταφρόνει,
10μή σε ὀνειδίσῃ μὲν ὁ φίλος, ἡ δὲ μάχη σου καὶ ἡ ἔχθρα οὐκ ἀπέσται, ἀλλ ἔσται σοι ἴση θανάτῳ. (a) χάρις καὶ φιλία ἐλευθεροῖ, ἃς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένῃ, ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτως.
Commentaires sur Proverbes 25
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires