Proverbes 17
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Proverbes 17:16-21

16ἵνα τί ὑπῆρξεν χρήματα ἄφρονι ; κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται. (a) ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν· ὁ δὲ σκολιάζων τοῦ μαθεῖν ἐμπεσεῖται εἰς κακά.

17εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι, ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν· τούτου γὰρ χάριν γεννῶνται.

18ἀνὴρ ἄφρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῷ ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύῃ τὸν ἑαυτοῦ φίλον.

19φιλαμαρτήμων χαίρει μάχαις,

20ὁ δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς. ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακά,

21καρδία δὲ ἄφρονος ὀδύνη τῷ κεκτημένῳ αὐτήν. οὐκ εὐφραίνεται πατὴρ ἐπὶ υἱῷ ἀπαιδεύτῳ, υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ.

Lire Proverbes 17 en entier

Commentaires sur Proverbes 17

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org