Septante (AT)
Proverbes 12:16-20
16ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ, κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν πανοῦργος.
17ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος, ὁ δὲ μάρτυς τῶν ἀδίκων δόλιος.
18εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν μαχαίρᾳ, γλῶσσαι δὲ σοφῶν ἰῶνται.
19χείλη ἀληθινὰ κατορθοῖ μαρτυρίαν, μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον.
20δόλος ἐν καρδίᾳ τεκταινομένου κακά, οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται.
Commentaires sur Proverbes 12
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires