Septante (AT)
Nombres 6:22-26
22Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
23Λάλησον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων Οὕτως εὐλογήσετε τοὺς υἱοὺς Ισραηλ λέγοντες αὐτοῖς [καὶ ἐπιθήσουσιν τὸ ὄνομά μου ἐπὶ τοὺς υἱοὺς Ισραηλ, καὶ ἐγὼ κύριος εὐλογήσω αὐτούς]
24Εὐλογήσαι σε κύριος καὶ φυλάξαι σε,
25ἐπιφάναι κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ ἐλεήσαι σε,
26ἐπάραι κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ δῴη σοι εἰρήνην.
Commentaires sur Nombres 6
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires