Nombres 33
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Nombres 33:37-49

37καὶ ἀπῆραν ἐκ Καδης καὶ παρενέβαλον εἰς Ωρ τὸ ὄρος πλησίον γῆς Εδωμ·

38καὶ ἀνέβη Ααρων ὁ ἱερεὺς διὰ προστάγματος κυρίου καὶ ἀπέθανεν ἐκεῖ ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ισραηλ ἐκ γῆς Αἰγύπτου τῷ μηνὶ τῷ πέμπτῳ μιᾷ τοῦ μηνός·

39καὶ Ααρων ἦν τριῶν καὶ εἴκοσι καὶ ἑκατὸν ἐτῶν, ὅτε ἀπέθνῃσκεν ἐν Ωρ τῷ ὄρει.

40καὶ ἀκούσας ὁ Χανανις βασιλεὺς Αραδ, καὶ οὗτος κατῴκει ἐν γῇ Χανααν, ὅτε εἰσεπορεύοντο οἱ υἱοὶ Ισραηλ.

41καὶ ἀπῆραν ἐξ Ωρ τοῦ ὄρους καὶ παρενέβαλον εἰς Σελμωνα.

42καὶ ἀπῆραν ἐκ Σελμωνα καὶ παρενέβαλον εἰς Φινω.

43καὶ ἀπῆραν ἐκ Φινω καὶ παρενέβαλον εἰς Ωβωθ.

44καὶ ἀπῆραν ἐξ Ωβωθ καὶ παρενέβαλον ἐν Γαι ἐν τῷ πέραν ἐπὶ τῶν ὁρίων Μωαβ.

45καὶ ἀπῆραν ἐκ Γαι καὶ παρενέβαλον εἰς Δαιβων Γαδ.

46καὶ ἀπῆραν ἐκ Δαιβων Γαδ καὶ παρενέβαλον ἐν Γελμων Δεβλαθαιμ.

47καὶ ἀπῆραν ἐκ Γελμων Δεβλαθαιμ καὶ παρενέβαλον ἐπὶ τὰ ὄρη τὰ Αβαριμ ἀπέναντι Ναβαυ.

48καὶ ἀπῆραν ἀπὸ ὀρέων Αβαριμ καὶ παρενέβαλον ἐπὶ δυσμῶν Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω

49καὶ παρενέβαλον παρὰ τὸν Ιορδάνην ἀνὰ μέσον Αισιμωθ ἕως Βελσαττιμ κατὰ δυσμὰς Μωαβ.

Lire Nombres 33 en entier

Commentaires sur Nombres 33

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org