Septante (AT)
Nombres 1:1-10
1Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ Σινα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους δευτέρου ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου λέγων
2Λάβετε ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ισραηλ κατὰ συγγενείας αὐτῶν κατ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ἐξ ὀνόματος αὐτῶν κατὰ κεφαλὴν αὐτῶν, πᾶς ἄρσην
3ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ισραηλ, ἐπισκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτῶν, σὺ καὶ Ααρων ἐπισκέψασθε αὐτούς.
4καὶ μεθ ὑμῶν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων, κατ οἴκους πατριῶν ἔσονται.
5καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἵτινες παραστήσονται μεθ ὑμῶν· τῶν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ·
6τῶν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι·
7τῶν Ιουδα Ναασσων υἱὸς Αμιναδαβ·
8τῶν Ισσαχαρ Ναθαναηλ υἱὸς Σωγαρ·
9τῶν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων·
10τῶν υἱῶν Ιωσηφ, τῶν Εφραιμ Ελισαμα υἱὸς Εμιουδ, τῶν Μανασση Γαμαλιηλ υἱὸς Φαδασσουρ·
Commentaires sur Nombres 1
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires