Néhémie 7
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Néhémie 7:63-73

63καὶ ἀπὸ τῶν ἱερέων· υἱοὶ Εβια, υἱοὶ Ακως, υἱοὶ Βερζελλι, ὅτι ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλι τοῦ Γαλααδίτου γυναῖκας καὶ ἐκλήθη ἐπ ὀνόματι αὐτῶν·

64οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν τῆς συνοδίας, καὶ οὐχ εὑρέθη, καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας,

65καὶ εἶπεν Αθερσαθα ἵνα μὴ φάγωσιν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων, ἕως ἀναστῇ ὁ ἱερεὺς φωτίσων.

66καὶ ἐγένετο πᾶσα ἡ ἐκκλησία ὡς εἷς, τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα

67πάρεξ δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν, οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά· καὶ ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι τεσσαράκοντα πέντε·

68ἵπποι ἑπτακόσιοι τριάκοντα ἕξ, ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντε,

69κάμηλοι τετρακόσιοι τριάκοντα πέντε, ὄνοι ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι.

70καὶ ἀπὸ μέρους ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς τὸ ἔργον τῷ Νεεμια εἰς θησαυρὸν χρυσοῦς χιλίους, φιάλας πεντήκοντα καὶ χοθωνωθ τῶν ἱερέων τριάκοντα.

71καὶ ἀπὸ ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας,

72καὶ ἔδωκαν οἱ κατάλοιποι τοῦ λαοῦ χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας καὶ χοθωνωθ τῶν ἱερέων ἑξήκοντα ἑπτά.

73καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ναθινιμ καὶ πᾶς Ισραηλ ἐν πόλεσιν αὐτῶν. Καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομοσ – καὶ οἱ υἱοὶ Ισραηλ ἐν πόλεσιν αὐτῶν

Lire Néhémie 7 en entier

Commentaires sur Néhémie 7

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org