Néhémie 7
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Néhémie 7:5-38

5καὶ ἔδωκεν ὁ θεὸς εἰς τὴν καρδίαν μου καὶ συνῆξα τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἰς συνοδίας· καὶ εὗρον βιβλίον τῆς συνοδίας, οἳ ἀνέβησαν ἐν πρώτοις, καὶ εὗρον γεγραμμένον ἐν αὐτῷ

6Καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβάντες ἀπὸ αἰχμαλωσίας τῆς ἀποικίας, ἧς ἀπῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ εἰς Ιουδα ἀνὴρ εἰς τὴν πόλιν αὐτοῦ

7μετὰ Ζοροβαβελ καὶ Ἰησοῦ καὶ Νεεμια, Αζαρια, Δαεμια, Ναεμανι, Μαρδοχαιος, Βαλσαν, Μασφαραθ, Εσδρα, Βαγοι, Ναουμ, Βαανα, Μασφαρ. ἄνδρες λαοῦ Ισραηλ·

8υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο.

9υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο.

10υἱοὶ Ηρα ἑξακόσιοι πεντήκοντα δύο.

11υἱοὶ Φααθμωαβ τοῖς υἱοῖς Ἰησοῦ καὶ Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα ὀκτώ.

12υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες.

13υἱοὶ Ζαθουα ὀκτακόσιοι τεσσαράκοντα πέντε.

14υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκοντα.

15υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα ὀκτώ.

16υἱοὶ Βηβι ἑξακόσιοι εἴκοσι ὀκτώ.

17υἱοὶ Ασγαδ δισχίλιοι τριακόσιοι εἴκοσι δύο.

18υἱοὶ Αδενικαμ ἑξακόσιοι ἑξήκοντα ἑπτά.

19υἱοὶ Βαγοι δισχίλιοι ἑξήκοντα ἑπτά.

20υἱοὶ Ηδιν ἑξακόσιοι πεντήκοντα πέντε.

21υἱοὶ Ατηρ τῷ Εζεκια ἐνενήκοντα ὀκτώ.

22υἱοὶ Ησαμ τριακόσιοι εἴκοσι ὀκτώ.

23υἱοὶ Βεσι τριακόσιοι εἴκοσι τέσσαρες.

24υἱοὶ Αριφ ἑκατὸν δώδεκα.

25υἱοὶ Γαβαων ἐνενήκοντα πέντε.

26υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρεῖς. υἱοὶ Νετωφα πεντήκοντα ἕξ.

27υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ.

28ἄνδρες Βηθασμωθ τεσσαράκοντα δύο.

29ἄνδρες Καριαθιαριμ, Καφιρα καὶ Βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς.

30ἄνδρες Αραμα καὶ Γαβαα ἑξακόσιοι εἴκοσι εἷς.

31ἄνδρες Μαχεμας ἑκατὸν εἴκοσι δύο.

32ἄνδρες Βηθηλ καὶ Αια ἑκατὸν εἴκοσι τρεῖς.

33ἄνδρες Ναβι – ααρ πεντήκοντα δύο.

34ἄνδρες Ηλαμ – ααρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες.

35υἱοὶ Ηραμ τριακόσιοι εἴκοσι.

36υἱοὶ Ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε.

37υἱοὶ Λοδ, Αδιδ καὶ Ωνω ἑπτακόσιοι εἴκοσι εἷς.

38υἱοὶ Σαναα τρισχίλιοι ἐννακόσιοι τριάκοντα.

Lire Néhémie 7 en entier

Commentaires sur Néhémie 7

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org