Septante (AT)
Néhémie 2:1-6
1Καὶ ἐγένετο ἐν μηνὶ Νισαν ἔτους εἰκοστοῦ Αρθασασθα βασιλεῖ καὶ ἦν ὁ οἶνος ἐνώπιον ἐμοῦ, καὶ ἔλαβον τὸν οἶνον καὶ ἔδωκα τῷ βασιλεῖ, καὶ οὐκ ἦν ἕτερος ἐνώπιον αὐτοῦ·
2καὶ εἶπέν μοι ὁ βασιλεύς Διὰ τί τὸ πρόσωπόν σου πονηρὸν καὶ οὐκ εἶ μετριάζων ; οὐκ ἔστιν τοῦτο εἰ μὴ πονηρία καρδίας. καὶ ἐφοβήθην πολὺ σφόδρα.
3καὶ εἶπα τῷ βασιλεῖ Ὁ βασιλεὺς εἰς τὸν αἰῶνα ζήτω· διὰ τί οὐ μὴ γένηται πονηρὸν τὸ πρόσωπόν μου, διότι ἡ πόλις, οἶκος μνημείων πατέρων μου, ἠρημώθη καὶ αἱ πύλαι αὐτῆς κατεβρώθησαν ἐν πυρί ;
4καὶ εἶπέν μοι ὁ βασιλεύς Περὶ τίνος τοῦτο σὺ ζητεῖς ; καὶ προσηυξάμην πρὸς τὸν θεὸν τοῦ οὐρανοῦ
5καὶ εἶπα τῷ βασιλεῖ Εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν, καὶ εἰ ἀγαθυνθήσεται ὁ παῖς σου ἐνώπιόν σου ὥστε πέμψαι αὐτὸν εἰς Ιουδα εἰς πόλιν μνημείων πατέρων μου, καὶ ἀνοικοδομήσω αὐτήν.
6καὶ εἶπέν μοι ὁ βασιλεὺς καὶ ἡ παλλακὴ ἡ καθημένη ἐχόμενα αὐτοῦ Ἕως πότε ἔσται ἡ πορεία σου καὶ πότε ἐπιστρέψεις ; καὶ ἠγαθύνθη ἐνώπιον τοῦ βασιλέως, καὶ ἀπέστειλέν με, καὶ ἔδωκα αὐτῷ ὅρον.
Commentaires sur Néhémie 2
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires