Septante (AT)
Néhémie 13:10-13
10Καὶ ἔγνων ὅτι μερίδες τῶν Λευιτῶν οὐκ ἐδόθησαν, καὶ ἐφύγοσαν ἀνὴρ εἰς ἀγρὸν αὐτοῦ οἱ Λευῖται καὶ οἱ ᾄδοντες ποιοῦντες τὸ ἔργον.
11καὶ ἐμαχεσάμην τοῖς στρατηγοῖς καὶ εἶπα Διὰ τί ἐγκατελείφθη ὁ οἶκος τοῦ θεοῦ ; καὶ συνήγαγον αὐτοὺς καὶ ἔστησα αὐτοὺς ἐπὶ τῇ στάσει αὐτῶν.
12καὶ πᾶς Ιουδα ἤνεγκαν δεκάτην τοῦ πυροῦ καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου εἰς τοὺς θησαυροὺς
13ἐπὶ χεῖρα Σελεμια τοῦ ἱερέως καὶ Σαδδουκ τοῦ γραμματέως καὶ Φαδαια ἀπὸ τῶν Λευιτῶν, καὶ ἐπὶ χεῖρα αὐτῶν Αναν υἱὸς Ζακχουρ υἱὸς Μαθανια, ὅτι πιστοὶ ἐλογίσθησαν ἐπ αὐτοὺς μερίζειν τοῖς ἀδελφοῖς αὐτῶν.
Commentaires sur Néhémie 13
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires