Malachie 1
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Malachie 1:6-7

6Υἱὸς δοξάζει πατέρα καὶ δοῦλος τὸν κύριον αὐτοῦ. καὶ εἰ πατήρ εἰμι ἐγώ, ποῦ ἐστιν ἡ δόξα μου ; καὶ εἰ κύριός εἰμι ἐγώ, ποῦ ἐστιν ὁ φόβος μου ; λέγει κύριος παντοκράτωρ. ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου· καὶ εἴπατε Ἐν τίνι ἐφαυλίσαμεν τὸ ὄνομά σου ;

7προσάγοντες πρὸς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους. καὶ εἴπατε Ἐν τίνι ἠλισγήσαμεν αὐτούς ; ἐν τῷ λέγειν ὑμᾶς Τράπεζα κυρίου ἐξουδενωμένη ἐστὶν καὶ τὰ ἐπιτιθέμενα βρώματα ἐξουδενωμένα.

Lire Malachie 1 en entier

Commentaires sur Malachie 1

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org