Septante (AT)
Lévitique 6:3-11
3καὶ ἐνδύσεται ὁ ἱερεὺς χιτῶνα λινοῦν καὶ περισκελὲς λινοῦν ἐνδύσεται περὶ τὸ σῶμα αὐτοῦ καὶ ἀφελεῖ τὴν κατακάρπωσιν, ἣν ἂν καταναλώσῃ τὸ πῦρ τὴν ὁλοκαύτωσιν, ἀπὸ τοῦ θυσιαστηρίου καὶ παραθήσει αὐτὸ ἐχόμενον τοῦ θυσιαστηρίου.
4καὶ ἐκδύσεται τὴν στολὴν αὐτοῦ καὶ ἐνδύσεται στολὴν ἄλλην καὶ ἐξοίσει τὴν κατακάρπωσιν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν.
5καὶ πῦρ ἐπὶ τὸ θυσιαστήριον καυθήσεται ἀπ αὐτοῦ καὶ οὐ σβεσθήσεται, καὶ καύσει ὁ ἱερεὺς ἐπ αὐτὸ ξύλα τὸ πρωὶ καὶ στοιβάσει ἐπ αὐτοῦ τὴν ὁλοκαύτωσιν καὶ ἐπιθήσει ἐπ αὐτὸ τὸ στέαρ τοῦ σωτηρίου·
6καὶ πῦρ διὰ παντὸς καυθήσεται ἐπὶ τὸ θυσιαστήριον, οὐ σβεσθήσεται.
7Οὗτος ὁ νόμος τῆς θυσίας, ἣν προσάξουσιν αὐτὴν οἱ υἱοὶ Ααρων ἔναντι κυρίου ἀπέναντι τοῦ θυσιαστηρίου·
8καὶ ἀφελεῖ ἀπ αὐτοῦ τῇ δρακὶ ἀπὸ τῆς σεμιδάλεως τῆς θυσίας σὺν τῷ ἐλαίῳ αὐτῆς καὶ σὺν τῷ λιβάνῳ αὐτῆς τὰ ὄντα ἐπὶ τῆς θυσίας καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον κάρπωμα· ὀσμὴ εὐωδίας, τὸ μνημόσυνον αὐτῆς τῷ κυρίῳ.
9τὸ δὲ καταλειφθὲν ἀπ αὐτῆς ἔδεται Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ· ἄζυμα βρωθήσεται ἐν τόπῳ ἁγίῳ, ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἔδονται αὐτήν.
10οὐ πεφθήσεται ἐζυμωμένη· μερίδα αὐτὴν ἔδωκα αὐτοῖς ἀπὸ τῶν καρπωμάτων κυρίου· ἅγια ἁγίων ὥσπερ τὸ τῆς ἁμαρτίας καὶ ὥσπερ τὸ τῆς πλημμελείας.
11πᾶν ἀρσενικὸν τῶν ἱερέων ἔδονται αὐτήν· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἀπὸ τῶν καρπωμάτων κυρίου. πᾶς, ὃς ἐὰν ἅψηται αὐτῶν, ἁγιασθήσεται.
Commentaires sur Lévitique 6
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires