Lévitique 6
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Lévitique 6:2-5

2Ἔντειλαι Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων Οὗτος ὁ νόμος τῆς ὁλοκαυτώσεως· αὐτὴ ἡ ὁλοκαύτωσις ἐπὶ τῆς καύσεως αὐτῆς ἐπὶ τοῦ θυσιαστηρίου ὅλην τὴν νύκτα ἕως τὸ πρωί, καὶ τὸ πῦρ τοῦ θυσιαστηρίου καυθήσεται ἐπ αὐτοῦ, οὐ σβεσθήσεται.

3καὶ ἐνδύσεται ὁ ἱερεὺς χιτῶνα λινοῦν καὶ περισκελὲς λινοῦν ἐνδύσεται περὶ τὸ σῶμα αὐτοῦ καὶ ἀφελεῖ τὴν κατακάρπωσιν, ἣν ἂν καταναλώσῃ τὸ πῦρ τὴν ὁλοκαύτωσιν, ἀπὸ τοῦ θυσιαστηρίου καὶ παραθήσει αὐτὸ ἐχόμενον τοῦ θυσιαστηρίου.

4καὶ ἐκδύσεται τὴν στολὴν αὐτοῦ καὶ ἐνδύσεται στολὴν ἄλλην καὶ ἐξοίσει τὴν κατακάρπωσιν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν.

5καὶ πῦρ ἐπὶ τὸ θυσιαστήριον καυθήσεται ἀπ αὐτοῦ καὶ οὐ σβεσθήσεται, καὶ καύσει ὁ ἱερεὺς ἐπ αὐτὸ ξύλα τὸ πρωὶ καὶ στοιβάσει ἐπ αὐτοῦ τὴν ὁλοκαύτωσιν καὶ ἐπιθήσει ἐπ αὐτὸ τὸ στέαρ τοῦ σωτηρίου·

Lire Lévitique 6 en entier

Commentaires sur Lévitique 6

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org