Lévitique 6
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Lévitique 6:14-23

14ἐπὶ τηγάνου ἐν ἐλαίῳ ποιηθήσεται, πεφυραμένην οἴσει αὐτήν, ἑλικτά, θυσίαν ἐκ κλασμάτων, θυσίαν ὀσμὴν εὐωδίας κυρίῳ.

15ὁ ἱερεὺς ὁ χριστὸς ἀντ αὐτοῦ ἐκ τῶν υἱῶν αὐτοῦ ποιήσει αὐτήν· νόμος αἰώνιος, ἅπαν ἐπιτελεσθήσεται.

16καὶ πᾶσα θυσία ἱερέως ὁλόκαυτος ἔσται καὶ οὐ βρωθήσεται.

17Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

18Λάλησον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων Οὗτος ὁ νόμος τῆς ἁμαρτίας· ἐν τόπῳ, οὗ σφάζουσιν τὸ ὁλοκαύτωμα, σφάξουσιν τὰ περὶ τῆς ἁμαρτίας ἔναντι κυρίου· ἅγια ἁγίων ἐστίν.

19ὁ ἱερεὺς ὁ ἀναφέρων αὐτὴν ἔδεται αὐτήν· ἐν τόπῳ ἁγίῳ βρωθήσεται, ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου.

20πᾶς ὁ ἁπτόμενος τῶν κρεῶν αὐτῆς ἁγιασθήσεται· καὶ ᾧ ἐὰν ἐπιρραντισθῇ ἀπὸ τοῦ αἵματος αὐτῆς ἐπὶ τὸ ἱμάτιον, ὃ ἐὰν ῥαντισθῇ ἐπ αὐτὸ πλυθήσεται ἐν τόπῳ ἁγίῳ.

21καὶ σκεῦος ὀστράκινον, οὗ ἐὰν ἑψηθῇ ἐν αὐτῷ, συντριβήσεται· ἐὰν δὲ ἐν σκεύει χαλκῷ ἑψηθῇ, ἐκτρίψει αὐτὸ καὶ ἐκκλύσει ὕδατι.

22πᾶς ἄρσην ἐν τοῖς ἱερεῦσιν φάγεται αὐτά· ἅγια ἁγίων ἐστὶν κυρίου.

23καὶ πάντα τὰ περὶ τῆς ἁμαρτίας, ὧν ἐὰν εἰσενεχθῇ ἀπὸ τοῦ αἵματος αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ, οὐ βρωθήσεται· ἐν πυρὶ κατακαυθήσεται.

Lire Lévitique 6 en entier

Commentaires sur Lévitique 6

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org