Lévitique 6
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Lévitique 6:11-18

11πᾶν ἀρσενικὸν τῶν ἱερέων ἔδονται αὐτήν· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἀπὸ τῶν καρπωμάτων κυρίου. πᾶς, ὃς ἐὰν ἅψηται αὐτῶν, ἁγιασθήσεται.

12Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

13Τοῦτο τὸ δῶρον Ααρων καὶ τῶν υἱῶν αὐτοῦ, ὃ προσοίσουσιν κυρίῳ ἐν τῇ ἡμέρᾳ, ᾗ ἂν χρίσῃς αὐτόν· τὸ δέκατον τοῦ οιφι σεμιδάλεως εἰς θυσίαν διὰ παντός, τὸ ἥμισυ αὐτῆς τὸ πρωὶ καὶ τὸ ἥμισυ αὐτῆς τὸ δειλινόν.

14ἐπὶ τηγάνου ἐν ἐλαίῳ ποιηθήσεται, πεφυραμένην οἴσει αὐτήν, ἑλικτά, θυσίαν ἐκ κλασμάτων, θυσίαν ὀσμὴν εὐωδίας κυρίῳ.

15ὁ ἱερεὺς ὁ χριστὸς ἀντ αὐτοῦ ἐκ τῶν υἱῶν αὐτοῦ ποιήσει αὐτήν· νόμος αἰώνιος, ἅπαν ἐπιτελεσθήσεται.

16καὶ πᾶσα θυσία ἱερέως ὁλόκαυτος ἔσται καὶ οὐ βρωθήσεται.

17Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

18Λάλησον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων Οὗτος ὁ νόμος τῆς ἁμαρτίας· ἐν τόπῳ, οὗ σφάζουσιν τὸ ὁλοκαύτωμα, σφάξουσιν τὰ περὶ τῆς ἁμαρτίας ἔναντι κυρίου· ἅγια ἁγίων ἐστίν.

Lire Lévitique 6 en entier

Commentaires sur Lévitique 6

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org