Septante (AT)
Lamentations 2:10-19
10Ἐκάθισαν εἰς τὴν γῆν, ἐσιώπησαν πρεσβύτεροι θυγατρὸς Σιων, ἀνεβίβασαν χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, περιεζώσαντο σάκκους, κατήγαγον εἰς γῆν ἀρχηγοὺς παρθένους ἐν Ιερουσαλημ.
11Ἐξέλιπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου, ἐταράχθη ἡ καρδία μου, ἐξεχύθη εἰς γῆν ἡ δόξα μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου ἐν τῷ ἐκλιπεῖν νήπιον καὶ θηλάζοντα ἐν πλατείαις πόλεως.
12Ταῖς μητράσιν αὐτῶν εἶπαν Ποῦ σῖτος καὶ οἶνος ; ἐν τῷ ἐκλύεσθαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως, ἐν τῷ ἐκχεῖσθαι ψυχὰς αὐτῶν εἰς κόλπον μητέρων αὐτῶν.
13Τί μαρτυρήσω σοι ἢ τί ὁμοιώσω σοι, θύγατερ Ιερουσαλημ ; τίς σώσει σε καὶ παρακαλέσει σε, παρθένος θύγατερ Σιων ; ὅτι ἐμεγαλύνθη ποτήριον συντριβῆς σου· τίς ἰάσεταί σε ;
14Προφῆταί σου εἴδοσάν σοι μάταια καὶ ἀφροσύνην καὶ οὐκ ἀπεκάλυψαν ἐπὶ τὴν ἀδικίαν σου τοῦ ἐπιστρέψαι αἰχμα λωσίαν σου καὶ εἴδοσάν σοι λήμματα μάταια καὶ ἐξώσματα.
15Ἐκρότησαν ἐπὶ σὲ χεῖρας πάντες οἱ παραπορευόμενοι ὁδόν, ἐσύρισαν καὶ ἐκίνησαν τὴν κεφαλὴν αὐτῶν ἐπὶ τὴν θυγατέρα Ιε ρουσαλημ Ἦ αὕτη ἡ πόλις, ἣν ἐροῦσιν Στέφανος δόξης, εὐφροσύνη πάσης τῆς γῆς ;
16Διήνοιξαν ἐπὶ σὲ στόμα αὐτῶν πάντες οἱ ἐχθροί σου, ἐσύρισαν καὶ ἔβρυξαν ὀδόντας, εἶπαν Κατεπίομεν αὐτήν, πλὴν αὕτη ἡ ἡμέρα, ἣν προσεδοκῶμεν, εὕρομεν αὐτήν, εἴδομεν.
17Ἐποίησεν κύριος ἃ ἐνεθυμήθη, συνετέλεσεν ῥήματα αὐτοῦ, ἃ ἐνετείλατο ἐξ ἡμερῶν ἀρχαίων, καθεῖλεν καὶ οὐκ ἐφείσατο, καὶ ηὔφρανεν ἐπὶ σὲ ἐχθρόν, ὕψωσεν κέρας θλίβοντός σε.
18Ἐβόησεν καρδία αὐτῶν πρὸς κύριον Τείχη Σιων, καταγάγετε ὡς χειμάρρους δάκρυα ἡμέρας καὶ νυκτός· μὴ δῷς ἔκνηψιν σεαυτῇ, μὴ σιωπήσαιτο, θύγατερ, ὁ ὀφθαλμός σου.
19Ἀνάστα ἀγαλλίασαι ἐν νυκτὶ εἰς ἀρχὰς φυλακῆς σου, ἔκχεον ὡς ὕδωρ καρδίαν σου ἀπέναντι προσώπου κυρίου, ἆρον πρὸς αὐτὸν χεῖράς σου περὶ ψυχῆς νηπίων σου τῶν ἐκλυομένων λιμῷ ἐπ ἀρχῆς πασῶν ἐξόδων.
Commentaires sur Lamentations 2
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires