Septante (AT)
Juges 9:16-20
16καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ ἐν τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν Αβιμελεχ, καὶ εἰ καλῶς ἐποιήσατε μετὰ Ιεροβααλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ εἰ κατὰ τὸ ἀνταπόδομα τῆς χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῷ,
17– ὡς ἐπολέμησεν ὁ πατήρ μου ὑπὲρ ὑμῶν καὶ ἔρριψεν τὴν ψυχὴν αὐτοῦ ἐξ ἐναντίας καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρὸς Μαδιαμ,
18καὶ ὑμεῖς ἐπανέστητε ἐπὶ τὸν οἶκον τοῦ πατρός μου σήμερον καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτοῦ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα καὶ ἐβασιλεύσατε τὸν Αβιμελεχ υἱὸν τῆς παιδίσκης αὐτοῦ ἐπὶ τοὺς ἄνδρας Σικιμων, ὅτι ἀδελφὸς ὑμῶν ἐστιν,
19καὶ εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε μετὰ Ιεροβααλ καὶ τοῦ οἴκου αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ, εὐλογηθείητε ὑμεῖς καὶ εὐφρανθείητε ἐν Αβιμελεχ, καὶ εὐφρανθείη καὶ αὐτὸς ἐν ὑμῖν.
20καὶ εἰ μή, ἐξέλθοι πῦρ ἐξ Αβιμελεχ καὶ καταφάγοι τοὺς ἄνδρας Σικιμων καὶ τὸν οἶκον Μααλλων, καὶ εἰ μή, ἐξέλθοι πῦρ ἀπὸ ἀνδρῶν Σικιμων καὶ ἐκ τοῦ οἴκου Μααλλων καὶ καταφάγοι τὸν Αβιμελεχ.
Commentaires sur Juges 9
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires