Septante (AT)
Juges 5:28-30
28διὰ τῆς θυρίδος διέκυπτεν ἡ μήτηρ Σισαρα διὰ τῆς δικτυωτῆς ἐπιβλέπουσα ἐπὶ τοὺς μεταστρέφοντας μετὰ Σισαρα Διὰ τί ἠσχάτισεν τὸ ἅρμα αὐτοῦ παραγενέσθαι ; διὰ τί ἐχρόνισαν ἴχνη ἁρμάτων αὐτοῦ ;
29σοφαὶ ἀρχουσῶν αὐτῆς ἀνταπεκρίναντο πρὸς αὐτήν, καὶ αὐτὴ ἀπεκρίνατο ἐν ῥήμασιν αὐτῆς
30Οὐχὶ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα ; φιλιάζων φίλοις εἰς κεφαλὴν δυνατοῦ· σκῦλα βαμμάτων Σισαρα, σκῦλα βαμμάτων ποικιλίας, βαφὴ ποικίλων περὶ τράχηλον αὐτοῦ σκῦλον.
Commentaires sur Juges 5
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires