Septante (AT)
Juges 20:18-27
18καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθηλ καὶ ἐπηρώτησαν ἐν τῷ θεῷ καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ Τίς ἀναβήσεται ἡμῖν ἀφηγούμενος πολεμῆσαι μετὰ Βενιαμιν ; καὶ εἶπεν κύριος Ιουδας ἀναβήσεται ἀφηγούμενος.
19καὶ ἀνέστησαν οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐπὶ τὴν Γαβαα.
20καὶ ἐξῆλθεν πᾶς ἀνὴρ Ισραηλ εἰς πόλεμον μετὰ Βενιαμιν, καὶ παρετάξαντο μετ αὐτῶν εἰς πόλεμον ἀνὴρ Ισραηλ πρὸς τὴν Γαβαα.
21καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμιν ἐκ τῆς πόλεως καὶ διέφθειραν ἐν Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δύο καὶ εἴκοσι χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν.
22καὶ ἐνίσχυσεν ἀνὴρ Ισραηλ καὶ προσέθεντο παρατάξασθαι πόλεμον ἐν τῷ τόπῳ, ᾧ παρετάξαντο ἐκεῖ ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ.
23καὶ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ καὶ ἔκλαυσαν ἐνώπιον κυρίου ἕως ἑσπέρας καὶ ἐπηρώτησαν ἐν κυρίῳ λέγοντες Εἰ προσθῶ προσεγγίσαι εἰς πόλεμον μετὰ Βενιαμιν τοῦ ἀδελφοῦ μου ; καὶ εἶπεν κύριος Ἀνάβητε πρὸς αὐτόν.
24Καὶ προσήλθοσαν οἱ υἱοὶ Ισραηλ πρὸς Βενιαμιν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ.
25καὶ ἐξῆλθεν Βενιαμιν εἰς ἀπάντησιν αὐτῶν ἐκ τῆς Γαβαα ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ διέφθειρεν ἐκ τοῦ λαοῦ ὀκτωκαίδεκα χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν· πάντες οὗτοι ἐσπασμένοι ῥομφαίαν.
26καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ Ισραηλ καὶ πᾶς ὁ λαὸς καὶ ἤλθοσαν εἰς Βαιθηλ καὶ ἔκλαυσαν ἔναντι κυρίου καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀνήνεγκαν ὁλοκαυτώματα σωτηρίου ἔναντι κυρίου,
27καὶ ἐπηρώτησαν οἱ υἱοὶ Ισραηλ ἐν κυρίῳ· καὶ ἐκεῖ ἡ κιβωτὸς διαθήκης κυρίου ἐν ταῖς ἡμέραις ἐκείναις,
Commentaires sur Juges 20
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires