Juges 20
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Juges 20:18-24

18καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθηλ καὶ ἐπηρώτησαν ἐν τῷ θεῷ καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ Τίς ἀναβήσεται ἡμῖν ἀφηγούμενος πολεμῆσαι μετὰ Βενιαμιν ; καὶ εἶπεν κύριος Ιουδας ἀναβήσεται ἀφηγούμενος.

19καὶ ἀνέστησαν οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐπὶ τὴν Γαβαα.

20καὶ ἐξῆλθεν πᾶς ἀνὴρ Ισραηλ εἰς πόλεμον μετὰ Βενιαμιν, καὶ παρετάξαντο μετ αὐτῶν εἰς πόλεμον ἀνὴρ Ισραηλ πρὸς τὴν Γαβαα.

21καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμιν ἐκ τῆς πόλεως καὶ διέφθειραν ἐν Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δύο καὶ εἴκοσι χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν.

22καὶ ἐνίσχυσεν ἀνὴρ Ισραηλ καὶ προσέθεντο παρατάξασθαι πόλεμον ἐν τῷ τόπῳ, ᾧ παρετάξαντο ἐκεῖ ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ.

23καὶ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ καὶ ἔκλαυσαν ἐνώπιον κυρίου ἕως ἑσπέρας καὶ ἐπηρώτησαν ἐν κυρίῳ λέγοντες Εἰ προσθῶ προσεγγίσαι εἰς πόλεμον μετὰ Βενιαμιν τοῦ ἀδελφοῦ μου ; καὶ εἶπεν κύριος Ἀνάβητε πρὸς αὐτόν.

24Καὶ προσήλθοσαν οἱ υἱοὶ Ισραηλ πρὸς Βενιαμιν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ.

Lire Juges 20 en entier

Commentaires sur Juges 20

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org