Juges 19
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Juges 19:4-9

4καὶ εἰσήγαγεν αὐτὸν ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος καὶ ἐκάθισεν μετ αὐτοῦ ἡμέρας τρεῖς, καὶ ἔφαγον καὶ ἔπιον καὶ ὕπνωσαν ἐκεῖ.

5καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ ὤρθρισαν τὸ πρωί, καὶ ἀνέστη τοῦ ἀπελθεῖν· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν γαμβρὸν αὐτοῦ Στήρισον τὴν καρδίαν σου κλάσματι ἄρτου, καὶ μετὰ τοῦτο πορεύεσθε.

6καὶ ἐκάθισαν καὶ ἔφαγον ἀμφότεροι ἐπὶ τὸ αὐτὸ καὶ ἔπιον· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν ἄνδρα Ἀρξάμενος αὐλίσθητι, καὶ ἀγαθυνθήτω ἡ καρδία σου.

7καὶ ἀνέστη ὁ ἀνὴρ ἀπελθεῖν· καὶ ἐβιάσατο αὐτὸν ὁ γαμβρὸς αὐτοῦ, καὶ πάλιν ηὐλίσθη ἐκεῖ.

8καὶ ὤρθρισεν τὸ πρωὶ τῇ ἡμέρᾳ τῇ πέμπτῃ τοῦ ἀπελθεῖν· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος Στήρισον τὴν καρδίαν σου ἄρτῳ καὶ στρατεύθητι, ἕως κλίνῃ ἡ ἡμέρα· καὶ ἔφαγον καὶ ἔπιον ἀμφότεροι.

9καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ ἀπελθεῖν, αὐτὸς καὶ ἡ παλλακὴ αὐτοῦ καὶ τὸ παιδάριον αὐτοῦ· καὶ εἶπεν αὐτῷ ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος Ἰδοὺ δὴ εἰς ἑσπέραν κέκλικεν ἡ ἡμέρα· κατάλυσον ὧδε ἔτι σήμερον, καὶ ἀγαθυνθήτω ἡ καρδία σου, καὶ ὀρθριεῖτε αὔριον εἰς τὴν ὁδὸν ὑμῶν, καὶ ἀπελεύσῃ εἰς τὸ σκήνωμά σου.

Lire Juges 19 en entier

Commentaires sur Juges 19

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org