Septante (AT)
Juges 19:16-22
16καὶ ἰδοὺ ἀνὴρ πρεσβύτης εἰσῆλθεν ἀπὸ τῶν ἔργων αὐτοῦ ἐκ τοῦ ἀγροῦ ἑσπέρας· καὶ ὁ ἀνὴρ ἐξ ὄρους Εφραιμ, καὶ αὐτὸς παρῴκει ἐν Γαβαα, καὶ οἱ ἄνδρες τοῦ τόπου υἱοὶ Βενιαμιν.
17καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν τὸν ἄνδρα τὸν ὁδοιπόρον ἐν τῇ πλατείᾳ τῆς πόλεως· καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης Ποῦ πορεύῃ καὶ πόθεν ἔρχῃ ;
18καὶ εἶπεν πρὸς αὐτόν Διαβαίνομεν ἡμεῖς ἐκ Βηθλεεμ τῆς Ιουδα ἕως μηρῶν ὄρους τοῦ Εφραιμ· ἐγὼ δὲ ἐκεῖθέν εἰμι καὶ ἐπορεύθην ἕως Βηθλεεμ Ιουδα, καὶ εἰς τὸν οἶκόν μου ἐγὼ ἀποτρέχω, καὶ οὐκ ἔστιν ἀνὴρ συνάγων με εἰς τὴν οἰκίαν·
19καί γε ἄχυρα καὶ χορτάσματα ὑπάρχει τοῖς ὄνοις ἡμῶν, καί γε ἄρτος καὶ οἶνος ὑπάρχει μοι καὶ τῇ δούλῃ σου καὶ τῷ παιδαρίῳ τοῖς δούλοις σου, οὐκ ἔστιν ὑστέρημα παντὸς πράγματος.
20καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης Εἰρήνη σοι, πλὴν πᾶν τὸ ὑστέρημά σου ἐπ ἐμέ· πλὴν ἐν τῇ πλατείᾳ μὴ καταλύσῃς.
21καὶ εἰσήγαγεν αὐτὸν εἰς τὴν οἰκίαν αὐτοῦ καὶ παρέβαλεν τοῖς ὑποζυγίοις αὐτοῦ, καὶ ἐνίψαντο τοὺς πόδας αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον.
22αὐτῶν δὲ ἀγαθυνθέντων τῇ καρδίᾳ αὐτῶν καὶ ἰδοὺ οἱ ἄνδρες τῆς πόλεως υἱοὶ παρανόμων περιεκύκλωσαν τὴν οἰκίαν καὶ ἔκρουσαν τὴν θύραν καὶ εἶπαν πρὸς τὸν ἄνδρα τὸν κύριον τῆς οἰκίας τὸν πρεσβύτην λέγοντες Ἐξάγαγε τὸν ἄνδρα τὸν εἰσελθόντα εἰς τὴν οἰκίαν σου, ἵνα γνῶμεν αὐτόν.
Commentaires sur Juges 19
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires