Juges 19
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Juges 19:1-14

1Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις καὶ βασιλεὺς οὐκ ἦν ἐν Ισραηλ. καὶ ἐγένετο ἀνὴρ Λευίτης παροικῶν ἐν μηροῖς ὄρους Εφραιμ, καὶ ἔλαβεν ὁ ἀνὴρ ἑαυτῷ γυναῖκα παλλακὴν ἐκ Βηθλεεμ Ιουδα.

2καὶ ὠργίσθη αὐτῷ ἡ παλλακὴ αὐτοῦ καὶ ἀπῆλθεν ἀπ αὐτοῦ εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτῆς εἰς Βηθλεεμ Ιουδα καὶ ἐγένετο ἐκεῖ ἡμέρας τετράμηνον.

3καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς καὶ ἐπορεύθη κατόπισθεν αὐτῆς τοῦ λαλῆσαι ἐπὶ τὴν καρδίαν αὐτῆς τοῦ διαλλάξαι αὐτὴν ἑαυτῷ καὶ ἀπαγαγεῖν αὐτὴν πάλιν πρὸς αὐτόν, καὶ τὸ παιδάριον αὐτοῦ μετ αὐτοῦ καὶ ζεῦγος ὑποζυγίων· καὶ ἐπορεύθη ἕως οἴκου τοῦ πατρὸς αὐτῆς, καὶ εἶδεν αὐτὸν ὁ πατὴρ τῆς νεάνιδος καὶ παρῆν εἰς ἀπάντησιν αὐτοῦ.

4καὶ εἰσήγαγεν αὐτὸν ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος καὶ ἐκάθισεν μετ αὐτοῦ ἡμέρας τρεῖς, καὶ ἔφαγον καὶ ἔπιον καὶ ὕπνωσαν ἐκεῖ.

5καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ ὤρθρισαν τὸ πρωί, καὶ ἀνέστη τοῦ ἀπελθεῖν· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν γαμβρὸν αὐτοῦ Στήρισον τὴν καρδίαν σου κλάσματι ἄρτου, καὶ μετὰ τοῦτο πορεύεσθε.

6καὶ ἐκάθισαν καὶ ἔφαγον ἀμφότεροι ἐπὶ τὸ αὐτὸ καὶ ἔπιον· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν ἄνδρα Ἀρξάμενος αὐλίσθητι, καὶ ἀγαθυνθήτω ἡ καρδία σου.

7καὶ ἀνέστη ὁ ἀνὴρ ἀπελθεῖν· καὶ ἐβιάσατο αὐτὸν ὁ γαμβρὸς αὐτοῦ, καὶ πάλιν ηὐλίσθη ἐκεῖ.

8καὶ ὤρθρισεν τὸ πρωὶ τῇ ἡμέρᾳ τῇ πέμπτῃ τοῦ ἀπελθεῖν· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος Στήρισον τὴν καρδίαν σου ἄρτῳ καὶ στρατεύθητι, ἕως κλίνῃ ἡ ἡμέρα· καὶ ἔφαγον καὶ ἔπιον ἀμφότεροι.

9καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ ἀπελθεῖν, αὐτὸς καὶ ἡ παλλακὴ αὐτοῦ καὶ τὸ παιδάριον αὐτοῦ· καὶ εἶπεν αὐτῷ ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος Ἰδοὺ δὴ εἰς ἑσπέραν κέκλικεν ἡ ἡμέρα· κατάλυσον ὧδε ἔτι σήμερον, καὶ ἀγαθυνθήτω ἡ καρδία σου, καὶ ὀρθριεῖτε αὔριον εἰς τὴν ὁδὸν ὑμῶν, καὶ ἀπελεύσῃ εἰς τὸ σκήνωμά σου.

10καὶ οὐκ ἠθέλησεν ὁ ἀνὴρ αὐλισθῆναι καὶ ἀνέστη καὶ ἀπῆλθεν, καὶ παρεγένοντο ἕως κατέναντι Ιεβους [αὕτη ἐστὶν Ιερουσαλημ], καὶ μετ αὐτοῦ ζεῦγος ὑποζυγίων ἐπισεσαγμένων, καὶ ἡ παλλακὴ αὐτοῦ μετ αὐτοῦ.

11ἔτι αὐτῶν ὄντων κατὰ Ιεβους καὶ ἡ ἡμέρα κεκλικυῖα σφόδρα· καὶ εἶπεν τὸ παιδάριον πρὸς τὸν κύριον αὐτοῦ Δεῦρο δὴ καὶ ἐκκλίνωμεν εἰς τὴν πόλιν τοῦ Ιεβουσαίου ταύτην καὶ αὐλισθῶμεν ἐν αὐτῇ.

12καὶ εἶπεν ὁ κύριος αὐτοῦ πρὸς αὐτόν Οὐ μὴ ἐκκλίνω εἰς πόλιν ἀλλοτρίου, ἣ οὐκ ἔστιν ἐκ τῶν υἱῶν Ισραηλ, καὶ παρελευσόμεθα ἕως Γαβαα.

13καὶ εἶπεν τῷ παιδαρίῳ αὐτοῦ Δεῦρο καὶ εἰσέλθωμεν εἰς ἕνα τῶν τόπων καὶ αὐλισθῶμεν ἐν Γαβαα ἢ ἐν Ραμα.

14καὶ παρῆλθον καὶ ἀπῆλθον· ἔδυ γὰρ ὁ ἥλιος ἐχόμενα τῆς Γαβαα, ἥ ἐστιν τοῦ Βενιαμιν.

Lire Juges 19 en entier

Commentaires sur Juges 19

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org