Septante (AT)
Juges 18:3-6
3αὐτῶν ὄντων παρὰ τῷ οἴκῳ Μιχα καὶ αὐτοὶ ἐπέγνωσαν τὴν φωνὴν τοῦ παιδαρίου τοῦ νεωτέρου τοῦ Λευίτου καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἶπαν αὐτῷ Τίς ἤγαγέν σε ὧδε, καὶ τί ποιεῖς ἐνταῦθα, καὶ τί σοί ἐστιν ὧδε ;
4καὶ εἶπεν πρὸς αὐτούς Οὕτως καὶ οὕτως ἐποίησέν μοι Μιχα καὶ ἐμισθώσατό με, καὶ ἐγενήθην αὐτῷ εἰς ἱερέα.
5καὶ εἶπαν αὐτῷ Ἐπερώτησον δὴ ἐν τῷ θεῷ, καὶ γνωσόμεθα εἰ κατευοδοῖ ἡ ὁδὸς ἡμῶν, ἣν ἡμεῖς πορευόμεθα ἐπ αὐτήν.
6καὶ εἶπεν αὐτοῖς ὁ ἱερεύς Πορεύεσθε εἰς εἰρήνην· ἐνώπιον κυρίου ἡ ὁδὸς ὑμῶν, καθ ἣν ὑμεῖς πορεύεσθε ἐν αὐτῇ.
Commentaires sur Juges 18
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires