Juges 18
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Juges 18:2-10

2καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Δαν ἐκ τῶν συγγενειῶν αὐτῶν πέντε ἄνδρας ἀπὸ μέρους αὐτῶν υἱοὺς δυνάμεως ἐκ Σαραα καὶ Εσθαολ τοῦ κατασκέψασθαι τὴν γῆν καὶ ἐξιχνιάσαι αὐτὴν καὶ εἶπαν πρὸς αὐτούς Πορεύεσθε καὶ ἐξεραυνήσατε τὴν γῆν. καὶ παρεγένοντο εἰς ὄρος Εφραιμ ἕως οἴκου Μιχα καὶ κατέπαυσαν ἐκεῖ.

3αὐτῶν ὄντων παρὰ τῷ οἴκῳ Μιχα καὶ αὐτοὶ ἐπέγνωσαν τὴν φωνὴν τοῦ παιδαρίου τοῦ νεωτέρου τοῦ Λευίτου καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἶπαν αὐτῷ Τίς ἤγαγέν σε ὧδε, καὶ τί ποιεῖς ἐνταῦθα, καὶ τί σοί ἐστιν ὧδε ;

4καὶ εἶπεν πρὸς αὐτούς Οὕτως καὶ οὕτως ἐποίησέν μοι Μιχα καὶ ἐμισθώσατό με, καὶ ἐγενήθην αὐτῷ εἰς ἱερέα.

5καὶ εἶπαν αὐτῷ Ἐπερώτησον δὴ ἐν τῷ θεῷ, καὶ γνωσόμεθα εἰ κατευοδοῖ ἡ ὁδὸς ἡμῶν, ἣν ἡμεῖς πορευόμεθα ἐπ αὐτήν.

6καὶ εἶπεν αὐτοῖς ὁ ἱερεύς Πορεύεσθε εἰς εἰρήνην· ἐνώπιον κυρίου ἡ ὁδὸς ὑμῶν, καθ ἣν ὑμεῖς πορεύεσθε ἐν αὐτῇ.

7καὶ ἐπορεύθησαν οἱ πέντε ἄνδρες καὶ παρεγένοντο εἰς Λαισα· καὶ εἶδον τὸν λαὸν τὸν κατοικοῦντα ἐν αὐτῇ καθήμενον ἐν ἐλπίδι κατὰ τὴν σύγκρισιν τῶν Σιδωνίων, ἡσυχάζοντας ἐν ἐλπίδι καὶ μὴ δυναμένους λαλῆσαι ῥῆμα, ὅτι μακράν εἰσιν ἀπὸ Σιδῶνος, καὶ λόγος οὐκ ἦν αὐτοῖς μετὰ Συρίας.

8καὶ παρεγένοντο οἱ πέντε ἄνδρες πρὸς τοὺς ἀδελφοὺς αὐτῶν εἰς Σαραα καὶ Εσθαολ, καὶ ἔλεγον αὐτοῖς οἱ ἀδελφοὶ αὐτῶν Τί ὑμεῖς κάθησθε ;

9καὶ εἶπαν Ἀνάστητε καὶ ἀναβῶμεν ἐπ αὐτούς· ὅτι εἰσήλθαμεν καὶ ἐνεπεριεπατήσαμεν ἐν τῇ γῇ ἕως Λαισα καὶ εἴδομεν τὸν λαὸν τὸν κατοικοῦντα ἐν αὐτῇ ἐν ἐλπίδι κατὰ τὸ σύγκριμα τῶν Σιδωνίων, καὶ μακρὰν ἀπέχοντες ἐκ Σιδῶνος, καὶ λόγος οὐκ ἦν αὐτοῖς μετὰ Συρίας· ἀλλὰ ἀνάστητε καὶ ἀναβῶμεν ἐπ αὐτούς, ὅτι εὑρήκαμεν τὴν γῆν καὶ ἰδοὺ ἀγαθὴ σφόδρα. καὶ ὑμεῖς σιωπᾶτε ; μὴ ὀκνήσητε τοῦ πορευθῆναι τοῦ ἐλθεῖν καὶ κατακληρονομῆσαι τὴν γῆν.

10ἡνίκα ἂν εἰσέλθητε, ἥξετε πρὸς λαὸν πεποιθότα, καὶ ἡ γῆ εὐρύχωρος, ὅτι παρέδωκεν αὐτὴν ὁ θεὸς ἐν χειρὶ ὑμῶν, τόπος, οὗ οὐκ ἔστιν ἐκεῖ ὑστέρημα παντὸς ῥήματος, ὅσα ἐν τῇ γῇ.

Lire Juges 18 en entier

Commentaires sur Juges 18

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org