Septante (AT)
Juges 18:1-2
1Ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ. καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἐζήτει ἡ φυλὴ τοῦ Δαν ἑαυτῇ κληρονομίαν τοῦ κατοικεῖν, ὅτι οὐκ ἔπεσεν αὐτῇ ἕως τῶν ἡμερῶν ἐκείνων ἐν μέσῳ φυλῶν Ισραηλ κληρονομία.
2καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Δαν ἐκ τῶν συγγενειῶν αὐτῶν πέντε ἄνδρας ἀπὸ μέρους αὐτῶν υἱοὺς δυνάμεως ἐκ Σαραα καὶ Εσθαολ τοῦ κατασκέψασθαι τὴν γῆν καὶ ἐξιχνιάσαι αὐτὴν καὶ εἶπαν πρὸς αὐτούς Πορεύεσθε καὶ ἐξεραυνήσατε τὴν γῆν. καὶ παρεγένοντο εἰς ὄρος Εφραιμ ἕως οἴκου Μιχα καὶ κατέπαυσαν ἐκεῖ.
Commentaires sur Juges 18
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires