Septante (AT)
Juges 17:5-12
5καὶ ὁ ἀνὴρ Μιχα, αὐτῷ οἶκος θεοῦ· καὶ ἐποίησεν εφουδ καὶ θεραφιν καὶ ἐνέπλησεν τὴν χεῖρα ἑνὸς τῶν υἱῶν αὐτοῦ, καὶ ἐγενήθη αὐτῷ εἰς ἱερέα.
6ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ· ἀνὴρ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει.
7Καὶ ἐγένετο παιδάριον ἐκ Βηθλεεμ δήμου Ιουδα ἐκ τῆς συγγενείας Ιουδα, καὶ αὐτὸς Λευίτης, καὶ αὐτὸς παρῴκει ἐκεῖ.
8καὶ ἐπορεύθη ὁ ἀνὴρ ἐκ τῆς πόλεως Ιουδα ἐκ Βηθλεεμ παροικεῖν οὗ ἐὰν εὕρῃ, καὶ ἐγενήθη εἰς ὄρος Εφραιμ ἕως οἴκου Μιχα τοῦ ποιῆσαι τὴν ὁδὸν αὐτοῦ.
9καὶ εἶπεν αὐτῷ Μιχα Πόθεν ἔρχῃ ; καὶ εἶπεν πρὸς αὐτόν Λευίτης ἐγώ εἰμι ἐκ Βηθλεεμ Ιουδα, καὶ ἐγὼ πορεύομαι παροικεῖν οὗ ἐὰν εὕρω.
10καὶ εἶπεν αὐτῷ Μιχα Κάθου μετ ἐμοῦ καὶ γενοῦ μοι εἰς πατέρα καὶ εἰς ἱερέα, καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίου εἰς ἡμέρας καὶ ζεῦγος ἱματίων καὶ τὰ πρὸς τὸ ζῆν σου. καὶ ἐπορεύθη ὁ Λευίτης
11καὶ ἤρξατο παροικεῖν παρὰ τῷ ἀνδρί, καὶ ἐγενήθη αὐτῷ τὸ παιδάριον ὡς εἷς τῶν υἱῶν αὐτοῦ.
12καὶ ἐνέπλησεν Μιχα τὴν χεῖρα τοῦ Λευίτου, καὶ ἐγενήθη αὐτῷ τὸ παιδάριον εἰς ἱερέα καὶ ἦν ἐν τῷ οἴκῳ Μιχα.
Commentaires sur Juges 17
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires