Juges 17
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Juges 17:1-4

1Καὶ ἐγένετο ἀνὴρ ἐξ ὄρους Εφραιμ, καὶ ὄνομα αὐτῷ Μιχα.

2καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ Χιλίους καὶ ἑκατὸν ἀργυρίου τοὺς λημφθέντας σοι καὶ ἐξώρκισας καὶ εἶπας ἐν τοῖς ὠσίν μου, ἰδοὺ τὸ ἀργύριον παρ ἐμοί, ἐγὼ ἔλαβον αὐτό. καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ Εὐλογημένος ὁ υἱός μου τῷ κυρίῳ.

3καὶ ἀπέδωκεν τοὺς χιλίους καὶ ἑκατὸν τοῦ ἀργυρίου τῇ μητρὶ αὐτοῦ, καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ Ἁγιασμῷ ἡγίασα τὸ ἀργύριον τῷ κυρίῳ ἐκ τῆς χειρός μου κατὰ μόνας τοῦ ποιῆσαι γλυπτὸν καὶ χωνευτόν, καὶ νῦν ἐπιστρέψω αὐτά σοι καὶ ἀποδώσω σοι αὐτό.

4καὶ ἀπέδωκεν τὸ ἀργύριον τῇ μητρὶ αὐτοῦ· καὶ ἔλαβεν ἡ μήτηρ αὐτοῦ διακοσίους τοῦ ἀργυρίου καὶ ἔδωκεν αὐτὸ τῷ χωνευτῇ, καὶ ἐποίησεν αὐτὸ γλυπτὸν καὶ χωνευτόν, καὶ ἐγένετο ἐν τῷ οἴκῳ Μιχα.

Lire Juges 17 en entier

Commentaires sur Juges 17

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org