Juges 15
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Juges 15:7-14

7καὶ εἶπεν αὐτοῖς Σαμψων Ἐὰν ποιήσητε οὕτως, οὐκ εὐδοκήσω, ἀλλὰ τὴν ἐκδίκησίν μου ἐξ ἑνὸς καὶ ἑκάστου ὑμῶν ποιήσομαι.

8καὶ ἐπάταξεν αὐτοὺς ἐπὶ μηρὸν πληγὴν μεγάλην· καὶ κατέβη καὶ κατῴκει παρὰ τῷ χειμάρρῳ ἐν τῷ σπηλαίῳ Ηταμ.

9Καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ παρενεβάλοσαν ἐπὶ τὸν Ιουδαν καὶ ἐξερρίφησαν ἐν Λεχι.

10καὶ εἶπαν αὐτοῖς πᾶς ἀνὴρ Ιουδα Ἵνα τί ἀνέβητε ἐφ ἡμᾶς ; καὶ εἶπαν οἱ ἀλλόφυλοι Δῆσαι τὸν Σαμψων καὶ ποιῆσαι αὐτῷ ὃν τρόπον ἐποίησεν ἡμῖν.

11καὶ κατέβησαν τρεῖς χιλιάδες ἀνδρῶν ἐξ Ιουδα ἐπὶ τὴν ὀπὴν τῆς πέτρας Ηταμ καὶ εἶπαν πρὸς Σαμψων Οὐκ οἶδας ὅτι ἄρχουσιν ἡμῶν οἱ ἀλλόφυλοι, καὶ ἵνα τί ταῦτα ἐποίησας ἡμῖν ; καὶ εἶπεν αὐτοῖς Σαμψων Καθὼς ἐποίησαν ἡμῖν, οὕτως ἐποίησα αὐτοῖς.

12καὶ εἶπαν αὐτῷ Τοῦ δῆσαί σε κατέβημεν καὶ παραδοῦναί σε εἰς χεῖρας ἀλλοφύλων. καὶ εἶπεν αὐτοῖς Σαμψων Ὀμόσατέ μοι μὴ ἀποκτεῖναί με ὑμεῖς καὶ παράδοτέ με αὐτοῖς, μήποτε ἀπαντήσητε ὑμεῖς ἐν ἐμοί.

13καὶ ὤμοσαν αὐτῷ λέγοντες Οὐχί, ἀλλὰ δεσμῷ δήσομέν σε καὶ παραδώσομέν σε εἰς χεῖρας αὐτῶν, θανάτῳ δὲ οὐ θανατώσομέν σε· καὶ ἔδησαν αὐτὸν δύο καλωδίοις καινοῖς καὶ ἀνήγαγον αὐτὸν ἐκ τῆς πέτρας.

14καὶ αὐτὸς ἦλθεν ἕως Σιαγόνος· καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν εἰς ἀπάντησιν αὐτοῦ καὶ ἔδραμον εἰς συνάντησιν αὐτοῦ· καὶ κατηύθυνεν ἐπ αὐτὸν πνεῦμα κυρίου, καὶ ἐγένοντο τὰ καλώδια τὰ ἐν τοῖς βραχίοσιν αὐτοῦ ὡσεὶ στιππύον, ἡνίκα ἂν ὀσφρανθῇ πυρός, καὶ διελύθησαν οἱ δεσμοὶ ἀπὸ τῶν βραχιόνων αὐτοῦ.

Lire Juges 15 en entier

Commentaires sur Juges 15

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org