Septante (AT)
Juges 15:3-6
3καὶ εἶπεν αὐτῷ Σαμψων Ἀθῷός εἰμι τὸ ἅπαξ ἀπὸ τῶν ἀλλοφύλων, ὅτι ἐγὼ ποιῶ μεθ ὑμῶν κακά.
4καὶ ἐπορεύθη Σαμψων καὶ συνέλαβεν τριακοσίας ἀλώπεκας καὶ ἔλαβεν λαμπάδας καὶ συνέδησεν κέρκον πρὸς κέρκον καὶ ἔθηκεν λαμπάδα μίαν ἀνὰ μέσον τῶν δύο κέρκων ἐν τῷ μέσῳ·
5καὶ ἐξῆψεν πῦρ ἐν ταῖς λαμπάσιν καὶ ἐξαπέστειλεν εἰς τὰ δράγματα τῶν ἀλλοφύλων καὶ ἐνεπύρισεν τοὺς στάχυας καὶ τὰ προτεθερισμένα ἀπὸ στοιβῆς καὶ ἕως ἑστῶτος καὶ ἕως ἀμπελῶνος καὶ ἐλαίας.
6καὶ εἶπαν οἱ ἀλλόφυλοι Τίς ἐποίησεν ταῦτα ; καὶ εἶπαν Σαμψων ὁ γαμβρὸς τοῦ Θαμναθαίου, ὅτι ἔλαβεν τὴν γυναῖκα αὐτοῦ καὶ ἔδωκεν αὐτὴν τῷ συνεταίρῳ αὐτοῦ· καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ ἐνεπύρισαν τὴν οἰκίαν τοῦ πατρὸς αὐτῆς καὶ αὐτὴν καὶ τὸν πατέρα αὐτῆς ἐν πυρί.
Commentaires sur Juges 15
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires