Septante (AT)
Juges 15:1-5
1Καὶ ἐγένετο μεθ ἡμέρας ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ ἐπεσκέψατο Σαμψων τὴν γυναῖκα αὐτοῦ φέρων ἔριφον αἰγῶν καὶ εἶπεν Εἰσελεύσομαι πρὸς τὴν γυναῖκά μου εἰς τὸν κοιτῶνα· καὶ οὐκ ἀφῆκεν αὐτὸν ὁ πατὴρ αὐτῆς εἰσελθεῖν πρὸς αὐτήν.
2καὶ εἶπεν ὁ πατὴρ αὐτῆς Εἴπας εἶπα ὅτι μισῶν ἐμίσησας αὐτήν, καὶ ἔδωκα αὐτὴν τῷ συνεταίρῳ σου· οὐκ ἰδοὺ ἡ ἀδελφὴ αὐτῆς ἡ νεωτέρα κρείσσων αὐτῆς ἐστιν ; ἔστω δή σοι ἀντὶ αὐτῆς.
3καὶ εἶπεν αὐτῷ Σαμψων Ἀθῷός εἰμι τὸ ἅπαξ ἀπὸ τῶν ἀλλοφύλων, ὅτι ἐγὼ ποιῶ μεθ ὑμῶν κακά.
4καὶ ἐπορεύθη Σαμψων καὶ συνέλαβεν τριακοσίας ἀλώπεκας καὶ ἔλαβεν λαμπάδας καὶ συνέδησεν κέρκον πρὸς κέρκον καὶ ἔθηκεν λαμπάδα μίαν ἀνὰ μέσον τῶν δύο κέρκων ἐν τῷ μέσῳ·
5καὶ ἐξῆψεν πῦρ ἐν ταῖς λαμπάσιν καὶ ἐξαπέστειλεν εἰς τὰ δράγματα τῶν ἀλλοφύλων καὶ ἐνεπύρισεν τοὺς στάχυας καὶ τὰ προτεθερισμένα ἀπὸ στοιβῆς καὶ ἕως ἑστῶτος καὶ ἕως ἀμπελῶνος καὶ ἐλαίας.
Commentaires sur Juges 15
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires