Septante (AT)
Juges 12:1-6
1Καὶ συνήχθησαν οἱ υἱοὶ Εφραιμ καὶ ἦλθον εἰς Σεφινα καὶ εἶπον πρὸς Ιεφθαε Τί ὅτι ἐπορεύθης πολεμεῖν ἐν τοῖς υἱοῖς Αμμων καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ ; τὸν οἶκόν σου ἐμπρήσομεν ἐν πυρί.
2καὶ εἶπεν πρὸς αὐτοὺς Ιεφθαε Ἀνὴρ ἀντιδικῶν ἤμην ἐγὼ καὶ ὁ λαός μου, καὶ οἱ υἱοὶ Αμμων ἐταπείνουν με σφόδρα· καὶ ἐβόησα πρὸς ὑμᾶς, καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν.
3καὶ εἶδον ὅτι οὐκ ἦν ὁ σῴζων, καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ διέβην πρὸς τοὺς υἱοὺς Αμμων, καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρί μου· καὶ ἵνα τί ἀνέβητε πρός με τῇ ἡμέρᾳ ταύτῃ τοῦ πολεμεῖν ἐν ἐμοί ;
4καὶ συνήθροισεν Ιεφθαε πάντας τοὺς ἄνδρας Γαλααδ καὶ ἐπολέμει τὸν Εφραιμ, καὶ ἐπάταξαν ἄνδρες Γαλααδ τὸν Εφραιμ, ὅτι εἶπαν Οἱ διασεσῳσμένοι τοῦ Εφραιμ ὑμεῖς, Γαλααδ ἐν μέσῳ Εφραιμ καὶ ἐν μέσῳ Μανασση.
5καὶ προκατελάβοντο ἄνδρες Γαλααδ τὰς διαβάσεις τοῦ Ιορδάνου τοῦ Εφραιμ, καὶ ἐγενήθη ὅτι εἶπαν οἱ διασεσῳσμένοι τοῦ Εφραιμ Διαβῶμεν, καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλααδ Μὴ ὑμεῖς ἐκ τοῦ Εφραιμ ; καὶ εἶπαν Οὔκ ἐσμεν.
6καὶ εἶπαν αὐτοῖς Εἴπατε δὴ Σύνθημα· καὶ οὐ κατηύθυναν τοῦ λαλῆσαι οὕτως. καὶ ἐπελάβοντο αὐτῶν καὶ ἔσφαξαν αὐτοὺς ἐπὶ τὰς διαβάσεις τοῦ Ιορδάνου, καὶ ἔπεσαν ἐξ Εφραιμ ἐν τῷ καιρῷ ἐκείνῳ δύο τεσσαράκοντα χιλιάδες.
Commentaires sur Juges 12
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires