Septante (AT)
Juges 11:34-39
34Καὶ ἦλθεν Ιεφθαε εἰς Μασσηφα εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ἀπάντησιν αὐτοῦ ἐν τυμπάνοις καὶ χοροῖς· καὶ αὕτη μονογενὴς αὐτῷ ἀγαπητή, καὶ οὐκ ἔστιν αὐτῷ πλὴν αὐτῆς υἱὸς ἢ θυγάτηρ.
35καὶ ἐγενήθη ἡνίκα εἶδεν αὐτήν, καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν Οἴμμοι, θύγατέρ μου, ἐμπεποδοστάτηκάς με, εἰς σκῶλον ἐγένου ἐν ὀφθαλμοῖς μου, ἐγὼ δὲ ἤνοιξα τὸ στόμα μου περὶ σοῦ πρὸς κύριον καὶ οὐ δυνήσομαι ἀποστρέψαι.
36καὶ εἶπεν πρὸς αὐτόν Πάτερ μου, εἰ ἐν ἐμοὶ ἤνοιξας τὸ στόμα σου πρὸς κύριον, ποίει μοι ὃν τρόπον ἐξῆλθεν ἐκ τοῦ στόματός σου, ἀνθ ὧν ἐποίησέν σοι κύριος ἐκδικήσεις ἐκ τῶν ἐχθρῶν σου ἐκ τῶν υἱῶν Αμμων.
37καὶ εἶπεν πρὸς τὸν πατέρα αὐτῆς Καὶ ποίησόν μοι τὸ ῥῆμα τοῦτο· ἔασόν με δύο μῆνας, καὶ πορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη καὶ κλαύσομαι ἐπὶ τὰ παρθένιά μου, καὶ ἐγὼ καὶ αἱ συνεταιρίδες μου.
38καὶ εἶπεν Πορεύου· καὶ ἐξαπέστειλεν αὐτὴν δύο μῆνας. καὶ ἐπορεύθη, αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτῆς, καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτῆς ἐπὶ τὰ ὄρη.
39καὶ ἐγένετο μετὰ τέλος δύο μηνῶν καὶ ἀνέκαμψεν πρὸς τὸν πατέρα αὐτῆς, καὶ ἐπετέλεσεν Ιεφθαε τὴν εὐχὴν αὐτοῦ, ἣν ηὔξατο· καὶ αὐτὴ οὐκ ἔγνω ἄνδρα. καὶ ἐγενήθη εἰς πρόσταγμα ἐν Ισραηλ·
Commentaires sur Juges 11
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires