Juges 10
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Juges 10:10-15

10καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον λέγοντες Ἡμάρτομέν σοι, ὅτι ἐγκατελίπομεν τὸν θεὸν ἡμῶν καὶ ἐλατρεύσαμεν ταῖς Βααλιμ.

11καὶ εἶπεν κύριος πρὸς τοὺς υἱοὺς Ισραηλ Οὐχὶ οἱ Αἰγύπτιοι καὶ οἱ Αμορραῖοι καὶ οἱ υἱοὶ Αμμων καὶ Μωαβ καὶ οἱ ἀλλόφυλοι

12καὶ Σιδώνιοι καὶ Μαδιαμ καὶ Αμαληκ ἐξέθλιψαν ὑμᾶς ; καὶ ἐκεκράξατε πρός με, καὶ ἔσωσα ὑμᾶς ἐκ χειρὸς αὐτῶν.

13καὶ ὑμεῖς ἐγκατελίπετέ με καὶ ἐλατρεύσατε θεοῖς ἑτέροις· διὰ τοῦτο οὐ προσθήσω τοῦ σῶσαι ὑμᾶς.

14βαδίζετε καὶ βοᾶτε πρὸς τοὺς θεούς, οὓς ἐξελέξασθε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν.

15καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον Ἡμάρτομεν, ποίησον σὺ ἡμῖν κατὰ πάντα, ὅσα ἂν ἀρέσκῃ ἐνώπιόν σου, πλήν, κύριε, ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ.

Lire Juges 10 en entier

Commentaires sur Juges 10

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org