Septante (AT)
Job 40:10-14
10ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίεσαι·
11ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ, πᾶν δὲ ὑβριστὴν ταπείνωσον,
12ὑπερήφανον δὲ σβέσον, σῆψον δὲ ἀσεβεῖς παραχρῆμα,
13κρύψον δὲ εἰς γῆν ἔξω ὁμοθυμαδόν, τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον·
14ὁμολογήσω ἄρα ὅτι δύναται ἡ δεξιά σου σῶσαι.
Commentaires sur Job 40
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires