Septante (AT)
Job 21:1-6
1Ὑπολαβὼν δὲ Ιωβ λέγει
2Ἀκούσατε ἀκούσατέ μου τῶν λόγων, ἵνα μὴ ᾖ μοι παρ ὑμῶν αὕτη ἡ παράκλησις.
3ἄρατέ με, ἐγὼ δὲ λαλήσω, εἶτ οὐ καταγελάσετέ μου.
4τί γάρ ; μὴ ἀνθρώπου μου ἡ ἔλεγξις ; ἢ διὰ τί οὐ θυμωθήσομαι ;
5εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσατε χεῖρα θέντες ἐπὶ σιαγόνι.
6ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα, ἔχουσιν δέ μου τὰς σάρκας ὀδύναι.
Commentaires sur Job 21
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires