Septante (AT)
Jérémie 51:5-14
5καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν ἀποστρέψαι ἀπὸ τῶν κακῶν αὐτῶν πρὸς τὸ μὴ θυμιᾶν θεοῖς ἑτέροις.
6καὶ ἔσταξεν ἡ ὀργή μου καὶ ὁ θυμός μου καὶ ἐξεκαύθη ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ, καὶ ἐγενήθησαν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον ὡς ἡ ἡμέρα αὕτη.
7καὶ νῦν οὕτως εἶπεν κύριος παντοκράτωρ Ἵνα τί ὑμεῖς ποιεῖτε κακὰ μεγάλα ἐπὶ ψυχαῖς ὑμῶν ἐκκόψαι ὑμῶν ἄνθρωπον καὶ γυναῖκα, νήπιον καὶ θηλάζοντα ἐκ μέσου Ιουδα πρὸς τὸ μὴ καταλειφθῆναι ὑμῶν μηδένα,
8παραπικρᾶναί με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν θυμιᾶν θεοῖς ἑτέροις ἐν γῇ Αἰγύπτῳ, εἰς ἣν εἰσήλθατε ἐνοικεῖν ἐκεῖ, ἵνα ἐκκοπῆτε καὶ ἵνα γένησθε εἰς κατάραν καὶ εἰς ὀνειδισμὸν ἐν πᾶσιν τοῖς ἔθνεσιν τῆς γῆς ;
9μὴ ἐπιλέλησθε ὑμεῖς τῶν κακῶν τῶν πατέρων ὑμῶν καὶ τῶν κακῶν τῶν βασιλέων Ιουδα καὶ τῶν κακῶν τῶν ἀρχόντων ὑμῶν καὶ τῶν κακῶν τῶν γυναικῶν ὑμῶν, ὧν ἐποίησαν ἐν γῇ Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ ;
10καὶ οὐκ ἐπαύσαντο ἕως τῆς ἡμέρας ταύτης καὶ οὐκ ἀντείχοντο τῶν προσταγμάτων μου, ὧν ἔδωκα κατὰ πρόσωπον τῶν πατέρων αὐτῶν.
11διὰ τοῦτο οὕτως εἶπεν κύριος Ἰδοὺ ἐγὼ ἐφίστημι τὸ πρόσωπόν μου
12τοῦ ἀπολέσαι πάντας τοὺς καταλοίπους τοὺς ἐν Αἰγύπτῳ, καὶ πεσοῦνται· ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐκλείψουσιν ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς ἀπώλειαν καὶ εἰς κατάραν.
13καὶ ἐπισκέψομαι ἐπὶ τοὺς καθημένους ἐν γῇ Αἰγύπτῳ ὡς ἐπεσκεψάμην ἐπὶ Ιερουσαλημ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ,
14καὶ οὐκ ἔσται σεσῳσμένος οὐθεὶς τῶν ἐπιλοίπων Ιουδα τῶν παροικούντων ἐν γῇ Αἰγύπτῳ τοῦ ἐπιστρέψαι εἰς γῆν Ιουδα, ἐφ ἣν αὐτοὶ ἐλπίζουσιν ταῖς ψυχαῖς αὐτῶν τοῦ ἐπιστρέψαι ἐκεῖ· οὐ μὴ ἐπιστρέψωσιν ἀλλ ἢ ἀνασεσῳσμένοι.
Commentaires sur Jérémie 51
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires