Septante (AT)
Jérémie 51:1-4
1Ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν ἅπασιν τοῖς Ιουδαίοις τοῖς κατοικοῦσιν ἐν γῇ Αἰγύπτῳ καὶ τοῖς καθημένοις ἐν Μαγδώλῳ καὶ ἐν Ταφνας καὶ ἐν γῇ Παθουρης λέγων
2Οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ Ὑμεῖς ἑωράκατε πάντα τὰ κακά, ἃ ἐπήγαγον ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ τὰς πόλεις Ιουδα, καὶ ἰδού εἰσιν ἔρημοι ἀπὸ ἐνοίκων
3ἀπὸ προσώπου πονηρίας αὐτῶν, ἧς ἐποίησαν παραπικρᾶναί με πορευθέντες θυμιᾶν θεοῖς ἑτέροις, οἷς οὐκ ἔγνωτε.
4καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας ὄρθρου καὶ ἀπέστειλα λέγων Μὴ ποιήσητε τὸ πρᾶγμα τῆς μολύνσεως ταύτης, ἧς ἐμίσησα.
Commentaires sur Jérémie 51
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires