Septante (AT)
Jérémie 48:10-12
10καὶ ἀπέστρεψεν Ισμαηλ πάντα τὸν λαὸν τὸν καταλειφθέντα εἰς Μασσηφα καὶ τὰς θυγατέρας τοῦ βασιλέως, ἃς παρεκατέθετο ὁ ἀρχιμάγειρος τῷ Γοδολια υἱῷ Αχικαμ, καὶ ᾤχετο εἰς τὸ πέραν υἱῶν Αμμων.
11καὶ ἤκουσεν Ιωαναν υἱὸς Καρηε καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετ αὐτοῦ πάντα τὰ κακά, ἃ ἐποίησεν Ισμαηλ,
12καὶ ἤγαγον ἅπαν τὸ στρατόπεδον αὐτῶν καὶ ᾤχοντο πολεμεῖν αὐτὸν καὶ εὗρον αὐτὸν ἐπὶ ὕδατος πολλοῦ ἐν Γαβαων.
Commentaires sur Jérémie 48
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires