Septante (AT)
Jérémie 37:1-5
1Ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου εἰπεῖν
2Οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ λέγων Γράψον πάντας τοὺς λόγους, οὓς ἐχρημάτισα πρὸς σέ, ἐπὶ βιβλίου·
3ὅτι ἰδοὺ ἡμέραι ἔρχονται, φησὶν κύριος, καὶ ἀποστρέψω τὴν ἀποικίαν λαοῦ μου Ισραηλ καὶ Ιουδα, εἶπεν κύριος, καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γῆν, ἣν ἔδωκα τοῖς πατράσιν αὐτῶν, καὶ κυριεύσουσιν αὐτῆς.
4Καὶ οὗτοι οἱ λόγοι, οὓς ἐλάλησεν κύριος ἐπὶ Ισραηλ καὶ Ιουδα
5Οὕτως εἶπεν κύριος Φωνὴν φόβου ἀκούσεσθε· φόβος, καὶ οὐκ ἔστιν εἰρήνη.
Commentaires sur Jérémie 37
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires